Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.122.2 | Hdt. 1.123.3 (English) | >>Hdt. 1.124.3 |
1.123.1
ἐνθεῦτεν μὲν ἡ φάτις αὕτη κεχώρηκε . Κύρῳ δὲ ἀνδρευμένῳ καὶ ἐόντι τῶν ἡλίκων ἀνδρηιοτάτῳ καὶ προσφιλεστάτῳ προσέκειτο ὁ Ἅρπαγος δῶρα πέμπων , τίσασθαι Ἀστυάγεα ἐπιθυμέων · ἀπʼ ἑωυτοῦ γὰρ ἐόντος ἰδιώτεω οὐκ ἐνώρα τιμωρίην ἐσομένην ἐς Ἀστυάγεα , Κῦρον δὲ ὁρέων ἐπιτρεφόμενον ἐποιέετο σύμμαχον , τὰς πάθας τὰς Κύρου τῇσι ἑωυτοῦ ὁμοιούμενος .
1.123.2 πρὸ δʼ ἔτι τούτου τάδε οἱ κατέργαστο · ἐόντος τοῦ Ἀστυάγεος πικροῦ ἐς τοὺς Μήδους , συμμίσγων ἑνὶ ἑκάστῳ ὁ Ἅρπαγος τῶν πρώτων Μήδων ἀνέπειθε ὡς χρὴ Κῦρον προστησαμένους Ἀστυάγεα παῦσαι τῆς βασιληίης .
1.123.3 κατεργασμένου δέ οἱ τούτου καὶ ἐόντος ἑτοίμου , οὕτω δὴ τῷ Κύρῳ διαιτωμένῳ ἐν Πέρσῃσι βουλόμενος Ἅρπαγος δηλῶσαι τὴν ἑωυτοῦ γνώμην ἄλλως μὲν οὐδαμῶς εἶχε ἅτε τῶν ὁδῶν φυλασσομενέων , ὁ δὲ ἐπιτεχνᾶται τοιόνδε ·
1.123.4 λαγὸν μηχανησάμενος , καὶ ἀνασχίσας τούτου τὴν γαστέρα καὶ οὐδὲν ἀποτίλας , ὡς δὲ εἶχε οὕτω ἐσέθηκε βυβλίον , γράψας τά οἱ ἐδόκεε · ἀπορράψας δὲ τοῦ λαγοῦ τὴν γαστέρα , καὶ δίκτυα δοὺς ἅτε θηρευτῇ τῶν οἰκετέων τῷ πιστοτάτῳ , ἀπέστελλε ἐς τοὺς Πέρσας , ἐντειλάμενός οἱ ἀπὸ γλώσσης διδόντα τὸν λαγὸν Κύρῳ ἐπειπεῖν αὐτοχειρίῃ μιν διελεῖν καὶ μηδένα οἱ ταῦτα ποιεῦντι παρεῖναι .
ch. 124
1.124.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.122.2 | Hdt. 1.123.3 (English) | >>Hdt. 1.124.3 |